Paramètres de lecture

Afficher les numéros de versets
Mode dyslexique
Police d'écriture
Taille de texte

Merci à Bibles et Publications Chrétiennes pour la conception du processus d’affichage DYS.

Matthieu 13

    • La parabole du semeur

      1 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν·

      2 καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.

      3 καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων· Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν.

      4 καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἐλθόντα τὰ πετεινὰ κατέφαγεν αὐτά.

      5 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς,

      6 ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.

      7 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἔπνιξαν αὐτά.

      8 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα.

      9 ὁ ἔχων ὦτα ἀκουέτω.

      Pourquoi Jésus utilise des paraboles

      10 Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ· Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;

      11 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.

      12 ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.

      13 διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν·

      14 καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἠσαΐου ἡ λέγουσα· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε.

      15 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.

      16 ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν.

      17 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.

      Jésus explique la parabole du semeur

      18 Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος.

      19 παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.

      20 ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν,

      21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται.

      22 ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται.

      23 ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα.

      La parabole de la mauvaise herbe

      24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ.

      25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν.

      26 ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια.

      27 προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ· Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια;

      28 ὁ δὲ ἔφη αὐτοῖς· Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι αὐτῷ λέγουσιν· Θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά;

      29 ὁ δέ φησιν· Οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον·

      30 ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ· καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.

      La parabole de la graine de moutarde

      31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ·

      32 ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.

      La parabole du levain

      33 Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.

      Comment Jésus utilisait des paraboles

      34 Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς·

      35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς.

      Jésus explique la parabole de la mauvaise herbe

      36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν. καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Διασάφησον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ.

      37 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου·

      38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ,

      39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν.

      40 ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος·

      41 ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν,

      42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

      43 Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων ὦτα ἀκουέτω.

      Le trésor caché et la perle

      44 Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ πάντα ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.

      45 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας·

      46 εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν.

      La parabole du filet

      47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ·

      48 ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.

      49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων

      50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

      Des richesses nouvelles et anciennes

      51 Συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ· Ναί.

      52 ὁ δὲ εἶπεν αὐτοῖς· Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.

      Les gens de Nazareth ne croient pas en Jésus

      53 καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν.

      54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν· Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;

      55 οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας;

      56 καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; πόθεν οὖν τούτῳ ταῦτα πάντα;

      57 καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.

      58 καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.

      1 On that day Jesus went out of the house, and sat by the seaside.

      2 Great multitudes gathered to him, so that he entered into a boat, and sat, and all the multitude stood on the beach.

      3 He spoke to them many things in parables, saying, "Behold, a farmer went out to sow.

      4 As he sowed, some seeds fell by the roadside, and the birds came and devoured them.

      5 Others fell on rocky ground, where they didn't have much soil, and immediately they sprang up, because they had no depth of earth.

      6 When the sun had risen, they were scorched. Because they had no root, they withered away.

      7 Others fell among thorns. The thorns grew up and choked them.

      8 Others fell on good soil, and yielded fruit: some one hundred times as much, some sixty, and some thirty.

      9 He who has ears to hear, let him hear."

      Pourquoi Jésus utilise des paraboles

      10 The disciples came, and said to him, "Why do you speak to them in parables?"

      11 He answered them, "To you it is given to know the mysteries of the Kingdom of Heaven, but it is not given to them.

      12 For whoever has, to him will be given, and he will have abundance, but whoever doesn't have, from him will be taken away even that which he has.

      13 Therefore I speak to them in parables, because seeing they don't see, and hearing, they don't hear, neither do they understand.

      14 In them the prophecy of Isaiah is fulfilled, which says, 'By hearing you will hear, and will in no way understand; Seeing you will see, and will in no way perceive:

      15 for this people's heart has grown callous, their ears are dull of hearing, they have closed their eyes; or else perhaps they might perceive with their eyes, hear with their ears, understand with their heart, and should turn again; and I would heal them.'

      16 "But blessed are your eyes, for they see; and your ears, for they hear.

      17 For most certainly I tell you that many prophets and righteous men desired to see the things which you see, and didn't see them; and to hear the things which you hear, and didn't hear them.

      Jésus explique la parabole du semeur

      18 "Hear, then, the parable of the farmer.

      19 When anyone hears the word of the Kingdom, and doesn't understand it, the evil one comes, and snatches away that which has been sown in his heart. This is what was sown by the roadside.

      20 What was sown on the rocky places, this is he who hears the word, and immediately with joy receives it;

      21 yet he has no root in himself, but endures for a while. When oppression or persecution arises because of the word, immediately he stumbles.

      22 What was sown among the thorns, this is he who hears the word, but the cares of this age and the deceitfulness of riches choke the word, and he becomes unfruitful.

      23 What was sown on the good ground, this is he who hears the word, and understands it, who most certainly bears fruit, and brings forth, some one hundred times as much, some sixty, and some thirty."

      La parabole de la mauvaise herbe

      24 He set another parable before them, saying, "The Kingdom of Heaven is like a man who sowed good seed in his field,

      25 but while people slept, his enemy came and sowed darnel weeds also among the wheat, and went away.

      26 But when the blade sprang up and brought forth fruit, then the darnel weeds appeared also.

      27 The servants of the householder came and said to him, 'Sir, didn't you sow good seed in your field? Where did this darnel come from?'

      28 "He said to them, 'An enemy has done this.' "The servants asked him, 'Do you want us to go and gather them up?'

      29 "But he said, 'No, lest perhaps while you gather up the darnel weeds, you root up the wheat with them.

      30 Let both grow together until the harvest, and in the harvest time I will tell the reapers, "First, gather up the darnel weeds, and bind them in bundles to burn them; but gather the wheat into my barn."'"

      La parabole de la graine de moutarde

      31 He set another parable before them, saying, "The Kingdom of Heaven is like a grain of mustard seed, which a man took, and sowed in his field;

      32 which indeed is smaller than all seeds. But when it is grown, it is greater than the herbs, and becomes a tree, so that the birds of the air come and lodge in its branches."

      La parabole du levain

      33 He spoke another parable to them. "The Kingdom of Heaven is like yeast, which a woman took, and hid in three measures of meal, until it was all leavened."

      Comment Jésus utilisait des paraboles

      34 Jesus spoke all these things in parables to the multitudes; and without a parable, he didn't speak to them,

      35 that it might be fulfilled which was spoken through the prophet, saying, "I will open my mouth in parables; I will utter things hidden from the foundation of the world."

      Jésus explique la parabole de la mauvaise herbe

      36 Then Jesus sent the multitudes away, and went into the house. His disciples came to him, saying, "Explain to us the parable of the darnel weeds of the field."

      37 He answered them, "He who sows the good seed is the Son of Man,

      38 the field is the world; and the good seed, these are the children of the Kingdom; and the darnel weeds are the children of the evil one.

      39 The enemy who sowed them is the devil. The harvest is the end of the age, and the reapers are angels.

      40 As therefore the darnel weeds are gathered up and burned with fire; so will it be at the end of this age.

      41 The Son of Man will send out his angels, and they will gather out of his Kingdom all things that cause stumbling, and those who do iniquity,

      42 and will cast them into the furnace of fire. There will be weeping and the gnashing of teeth.

      43 Then the righteous will shine forth like the sun in the Kingdom of their Father. He who has ears to hear, let him hear.

      Le trésor caché et la perle

      44 "Again, the Kingdom of Heaven is like a treasure hidden in the field, which a man found, and hid. In his joy, he goes and sells all that he has, and buys that field.

      45 "Again, the Kingdom of Heaven is like a man who is a merchant seeking fine pearls,

      46 who having found one pearl of great price, he went and sold all that he had, and bought it.

      La parabole du filet

      47 "Again, the Kingdom of Heaven is like a dragnet, that was cast into the sea, and gathered some fish of every kind,

      48 which, when it was filled, they drew up on the beach. They sat down, and gathered the good into containers, but the bad they threw away.

      49 So will it be in the end of the world. The angels will come forth, and separate the wicked from among the righteous,

      50 and will cast them into the furnace of fire. There will be the weeping and the gnashing of teeth."

      Des richesses nouvelles et anciennes

      51 Jesus said to them, "Have you understood all these things?" They answered him, "Yes, Lord."

      52 He said to them, "Therefore every scribe who has been made a disciple in the Kingdom of Heaven is like a man who is a householder, who brings out of his treasure new and old things."

      Les gens de Nazareth ne croient pas en Jésus

      53 It happened that when Jesus had finished these parables, he departed from there.

      54 Coming into his own country, he taught them in their synagogue, so that they were astonished, and said, "Where did this man get this wisdom, and these mighty works?

      55 Isn't this the carpenter's son? Isn't his mother called Mary, and his brothers, James, Joses, Simon, and Judas ?

      56 Aren't all of his sisters with us? Where then did this man get all of these things?"

      57 They were offended by him. But Jesus said to them, "A prophet is not without honor, except in his own country, and in his own house."

      58 He didn't do many mighty works there because of their unbelief.
    • La parabole du semeur

      1 Ce jour-là, Jésus sortit de la maison et alla s’asseoir au bord du lac pour enseigner.

      2 Une foule nombreuse s’assembla autour de lui, si bien qu’il monta dans une barque et s’y assit. Les gens se tenaient au bord de l’eau.

      3 Il leur parlait de beaucoup de choses en utilisant des paraboles et il leur disait : « Un jour, un homme s’en alla dans son champ pour semer.

      4 Tandis qu’il lançait la semence, une partie des grains tomba le long du chemin : les oiseaux vinrent et les mangèrent.

      5 Une autre partie tomba sur un sol pierreux où il y avait peu de terre. Les grains poussèrent aussitôt parce que la couche de terre n’était pas profonde.

      6 Quand le soleil fut haut dans le ciel, il brûla les jeunes plantes : elles se desséchèrent parce que leurs racines étaient insuffisantes.

      7 Une autre partie des grains tomba parmi des plantes épineuses. Celles-ci grandirent et étouffèrent les bonnes pousses.

      8 Mais d’autres grains tombèrent dans la bonne terre et produisirent des épis : les uns portaient cent grains, d’autres soixante et d’autres trente. »

      9 Et Jésus ajouta : « Écoutez bien, si vous avez des oreilles ! »

      Pourquoi Jésus utilise des paraboles

      10 Les disciples s’approchèrent alors de Jésus et lui demandèrent : « Pourquoi leur parles-tu en utilisant des paraboles ? »

      11 Il leur répondit : « Vous avez reçu, vous, la connaissance des secrets du Royaume des cieux, mais eux ne l’ont pas reçue.

      12 Car celui qui a quelque chose recevra davantage et il sera dans l’abondance ; mais à celui qui n’a rien on enlèvera même le peu qui pourrait lui rester.

      13 C’est pourquoi j’utilise des paraboles pour leur parler : parce qu’ils regardent sans voir et qu’ils écoutent sans entendre et sans comprendre.

      14 Ainsi s’accomplit pour eux la prophétie exprimée par Ésaïe en ces termes : “Vous entendrez bien, mais vous ne comprendrez pas ; vous regarderez bien, mais vous ne verrez pas.

      15 Car ce peuple est devenu insensible ; ils se sont bouché les oreilles, ils ont fermé les yeux, afin d’empêcher leurs yeux de voir, leurs oreilles d’entendre, leur intelligence de comprendre, et ainsi, ils ne reviendront pas à moi pour que je les guérisse, dit Dieu.”

      16 « Quant à vous, heureux êtes-vous : vos yeux voient et vos oreilles entendent !

      17 Je vous le déclare, c’est la vérité : beaucoup de prophètes et de gens fidèles à Dieu ont désiré voir ce que vous voyez, mais ne l’ont pas vu, et entendre ce que vous entendez, mais ne l’ont pas entendu. »

      Jésus explique la parabole du semeur

      18 « Écoutez donc ce que signifie la parabole du semeur.

      19 Ceux qui entendent parler du Royaume et ne comprennent pas sont comme le bord du chemin où tombe la semence : le Mauvais arrive et arrache ce qui a été semé dans leur cœur.

      20 D’autres sont comme le terrain pierreux où tombe la semence : ils entendent la parole et la reçoivent aussitôt avec joie.

      21 Mais ils ne la laissent pas s’enraciner en eux, ils ne s’y attachent qu’un instant. Et alors, quand survient la détresse ou la persécution à cause de la parole de Dieu, ils renoncent bien vite à la foi.

      22 D’autres encore reçoivent la semence parmi des plantes épineuses : ils ont entendu la parole, mais les préoccupations de ce monde et l’attrait trompeur de la richesse étouffent la parole, et elle ne produit rien.

      23 D’autres, enfin, reçoivent la semence dans de la bonne terre : ils entendent la parole et la comprennent ; ils portent alors des fruits, les uns cent, d’autres soixante et d’autres trente. »

      La parabole de la mauvaise herbe

      24 Jésus leur raconta une autre parabole : « Voici à quoi ressemble le Royaume des cieux : Un homme avait semé de la bonne semence dans son champ.

      25 Une nuit, pendant que tout le monde dormait, un ennemi de cet homme vint semer de la mauvaise herbe parmi le blé et s’en alla.

      26 Lorsque les plantes poussèrent et que les épis se formèrent, la mauvaise herbe apparut aussi.

      27 Les serviteurs du propriétaire vinrent lui dire : “Maître, tu avais semé de la bonne semence dans ton champ : d’où vient donc cette mauvaise herbe ?”

      28 Il leur répondit : “C’est un ennemi qui a fait cela.” Les serviteurs lui demandèrent alors : “Veux-tu que nous allions enlever la mauvaise herbe ?” –

      29 “Non, répondit-il, car en l’enlevant vous risqueriez d’arracher aussi le blé.

      30 Laissez-les pousser ensemble jusqu’à la moisson et, à ce moment-là, je dirai aux moissonneurs : Enlevez d’abord la mauvaise herbe et liez-la en bottes pour la brûler, puis vous rentrerez le blé dans mon grenier.” »

      La parabole de la graine de moutarde

      31 Jésus leur raconta une autre parabole : « Le Royaume des cieux ressemble à une graine de moutarde qu’un homme a prise et semée dans son champ.

      32 C’est la plus petite de toutes les graines ; mais quand elle a poussé, c’est la plus grande de toutes les plantes du jardin : elle devient un arbre, de sorte que les oiseaux viennent faire leurs nids dans ses branches. »

      La parabole du levain

      33 Jésus leur dit une autre parabole : « Le Royaume des cieux ressemble au levain qu’une femme prend et mêle à une grande quantité de farine, si bien que toute la pâte lève. »

      Comment Jésus utilisait des paraboles

      34 Jésus dit tout cela aux foules en utilisant des paraboles ; il ne leur parlait pas sans utiliser de paraboles.

      35 Il agissait ainsi afin que se réalise cette parole du prophète : « Je m’exprimerai par des paraboles, j’annoncerai des choses tenues secrètes depuis la création du monde. »

      Jésus explique la parabole de la mauvaise herbe

      36 Alors Jésus quitta la foule et se rendit à la maison. Ses disciples s’approchèrent de lui et dirent : « Explique-nous la parabole de la mauvaise herbe dans le champ. »

      37 Jésus répondit en ces termes : « Celui qui sème la bonne semence, c’est le Fils de l’homme ;

      38 le champ, c’est le monde ; la bonne semence représente ceux qui se soumettent au Royaume ; la mauvaise herbe représente ceux qui obéissent au Mauvais ;

      39 l’ennemi qui sème la mauvaise herbe, c’est le diable ; la moisson, c’est la fin du monde ; et les moissonneurs, ce sont les anges.

      40 Comme on enlève la mauvaise herbe pour la jeter au feu, ainsi en sera-t-il à la fin du monde :

      41 le Fils de l’homme enverra ses anges, ils élimineront de son Royaume tous ceux qui détournent de la foi les autres et ceux qui commettent le mal,

      42 et ils les jetteront dans le feu de la fournaise ; c’est là que beaucoup pleureront et grinceront des dents.

      43 Mais alors, ceux qui sont fidèles à Dieu brilleront comme le soleil dans le Royaume de leur Père. Écoutez bien, si vous avez des oreilles ! »

      Le trésor caché et la perle

      44 « Le Royaume des cieux ressemble à un trésor caché dans un champ. Un homme découvre ce trésor et le cache de nouveau. Il est si heureux qu’il va vendre tout ce qu’il possède et revient acheter ce champ.

      45 « Le Royaume des cieux ressemble encore à un marchand qui cherche de belles perles.

      46 Quand il en a trouvé une de grande valeur, il va vendre tout ce qu’il possède et achète cette perle. »

      La parabole du filet

      47 « Le Royaume des cieux ressemble encore à un filet qu’on a jeté dans le lac et qui attrape toutes sortes de poissons.

      48 Quand il est plein, les pêcheurs le tirent au bord de l’eau, puis s’asseyent pour trier les poissons : ils mettent les bons dans des paniers et rejettent ceux qui ne valent rien.

      49 Ainsi en sera-t-il à la fin du monde : les anges viendront séparer les méchants d’avec les bons

      50 pour les jeter dans le feu de la fournaise ; c’est là que beaucoup pleureront et grinceront des dents. »

      Des richesses nouvelles et anciennes

      51 « Avez-vous compris tout cela ? » leur demanda Jésus. « Oui », répondirent-ils.

      52 Il leur dit alors : « Ainsi donc, tout maître de la loi qui devient disciple du Royaume des cieux est semblable à un propriétaire qui tire de son trésor des choses nouvelles et des choses anciennes. »

      Les gens de Nazareth ne croient pas en Jésus

      53 Quand Jésus eut fini de raconter ces paraboles, il partit de là

      54 et se rendit dans la ville où il avait grandi. Il se mit à enseigner dans la synagogue de l’endroit et toutes les personnes présentes furent très étonnées. Elles disaient : « D’où a-t-il cette sagesse ? comment peut-il accomplir ces miracles ?

      55 N’est-ce pas lui le fils du charpentier ? Marie n’est-elle pas sa mère ? Jacques, Joseph, Simon et Jude ne sont-ils pas ses frères ?

      56 Et ses sœurs ne vivent-elles pas toutes parmi nous ? D’où a-t-il donc tout ce pouvoir ? »

      57 Et cela les empêchait de croire en lui. Alors Jésus leur dit : « Un prophète est estimé partout, excepté dans sa ville natale et dans sa famille. »

      58 Jésus n’accomplit là que peu de miracles à cause de leur manque de foi.
  • Contenus
  • Versions
  • Commentaires
  • Strong
  • Dictionnaire
  • Versets relatifs
  • Carte
  • Versets favoris

    • Ces vidéos ne sont pas disponibles en colonnes en dehors de la vue Bible.

      Matthieu 5

      3 « Heureux ceux qui reconnaissent leur pauvreté spirituelle, car le royaume des cieux leur appartient !
      4 Heureux ceux qui pleurent, car ils seront consolés !
      5 Heureux ceux qui sont doux, car ils hériteront la terre !
      6 Heureux ceux qui ont faim et soif de la justice, car ils seront rassasiés !
      7 Heureux ceux qui font preuve de bonté, car on aura de la bonté pour eux !
      8 Heureux ceux qui ont le cœur pur, car ils verront Dieu !
      9 Heureux ceux qui procurent la paix, car ils seront appelés fils de Dieu !
      10 Heureux ceux qui sont persécutés pour la justice, car le royaume des cieux leur appartient !
      11 Heureux serez-vous lorsqu'on vous insultera, qu'on vous persécutera et qu'on dira faussement de vous toute sorte de mal à cause de moi.

      Matthieu 13

      16 Mais heureux sont vos yeux parce qu'ils voient, et vos oreilles parce qu'elles entendent !

      Matthieu 16

      17 Jésus reprit la parole et lui dit : « Tu es heureux, Simon, fils de Jonas, car ce n’est pas une pensée humaine qui t’a révélé cela, mais c'est mon Père céleste.

      Luc 2

      29 « Maintenant, Seigneur, tu laisses ton serviteur s'en aller en paix, conformément à ta promesse,
      30 car mes yeux ont vu ton salut,

      Luc 10

      23 Puis il se tourna vers les disciples et leur dit en privé : « Heureux les yeux qui voient ce que vous voyez !
      24 En effet, je vous le dis, beaucoup de prophètes et de rois ont désiré voir ce que vous voyez et ne l'ont pas vu, entendre ce que vous entendez et ne l'ont pas entendu. »

      Jean 20

      29 « Parce que tu m'as vu, tu as cru. Heureux ceux qui n'ont pas vu et qui ont cru ! »

      Actes 26

      18 Je t'envoie leur ouvrir les yeux pour qu'ils passent des ténèbres à la lumière et de la puissance de Satan à Dieu, pour qu'ils reçoivent, par la foi en moi, le pardon des péchés et une part d’héritage avec les saints.’

      2 Corinthiens 4

      6 En effet, le Dieu qui a ordonné que la lumière brille du sein des ténèbres a aussi fait briller sa lumière dans notre cœur pour faire resplendir la connaissance de la gloire de Dieu dans la personne de [Jésus-]Christ.

      Ephésiens 1

      17 Je prie que le Dieu de notre Seigneur Jésus-Christ, le Père de gloire, vous donne un esprit de sagesse et de révélation qui vous le fasse connaître.
      18 Je prie qu'il illumine les yeux de votre cœur pour que vous sachiez quelle est l’espérance qui s'attache à son appel, quelle est la richesse de son glorieux héritage au milieu des saints
    • Ajouter une colonne

Pour ajouter un favori, merci de vous connecter : Se connecter

Vous avez aimé ? Partagez autour de vous !

Logo TopChrétien carré

Télécharger l'image

Choisissez une image

Personnalisez le verset

Alignement : | | | Haut | Milieu | Bas

Taille :

Couleur :

Police :

Personnalisez la référence

Couleur :

Police :

Taille :

De légères variations de mise en page peuvent apparaitre sur l'image téléchargée.
Fermer
Update Required To play the media you will need to either update your browser to a recent version or update your Flash plugin pour Firefox & Safari - Flash plugin pour Opera & Chrome.

Votre vie privée est importante pour nous

En cliquant sur le bouton « Accepter tous les cookies », vous acceptez que TopChrétien utilise des traceurs (comme des cookies ou l'identifiant unique de votre compte utilisateur) et traite vos données à caractère personnel (comme vos données de navigation et les informations renseignées dans votre compte utilisateur) dans les buts suivants :

  • Mesurer l'audience de notre service
  • Vous permettre d'utiliser des services tiers tels que de la vidéo, des cartes du monde…
  • Vous permettre d'entrer en contact avec notre service de relation aux utilisateurs.