Paramètres de lecture

Afficher les numéros de versets
Mode dyslexique
Police d'écriture
Taille de texte

Merci à Bibles et Publications Chrétiennes pour la conception du processus d’affichage DYS.

Matthieu 13

    • La parabole du semeur

      1 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν·

      2 καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.

      3 καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων· Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν.

      4 καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἐλθόντα τὰ πετεινὰ κατέφαγεν αὐτά.

      5 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς,

      6 ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.

      7 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἔπνιξαν αὐτά.

      8 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα.

      9 ὁ ἔχων ὦτα ἀκουέτω.

      Pourquoi Jésus utilise des paraboles

      10 Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ· Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;

      11 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.

      12 ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.

      13 διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν·

      14 καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἠσαΐου ἡ λέγουσα· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε.

      15 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.

      16 ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν.

      17 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.

      Jésus explique la parabole du semeur

      18 Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος.

      19 παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.

      20 ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν,

      21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται.

      22 ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται.

      23 ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα.

      La parabole de la mauvaise herbe

      24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ.

      25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν.

      26 ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια.

      27 προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ· Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια;

      28 ὁ δὲ ἔφη αὐτοῖς· Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι αὐτῷ λέγουσιν· Θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά;

      29 ὁ δέ φησιν· Οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον·

      30 ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ· καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.

      La parabole de la graine de moutarde

      31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ·

      32 ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.

      La parabole du levain

      33 Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.

      Comment Jésus utilisait des paraboles

      34 Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς·

      35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς.

      Jésus explique la parabole de la mauvaise herbe

      36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν. καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Διασάφησον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ.

      37 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου·

      38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ,

      39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν.

      40 ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος·

      41 ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν,

      42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

      43 Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων ὦτα ἀκουέτω.

      Le trésor caché et la perle

      44 Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ πάντα ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.

      45 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας·

      46 εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν.

      La parabole du filet

      47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ·

      48 ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.

      49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων

      50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

      Des richesses nouvelles et anciennes

      51 Συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ· Ναί.

      52 ὁ δὲ εἶπεν αὐτοῖς· Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.

      Les gens de Nazareth ne croient pas en Jésus

      53 καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν.

      54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν· Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;

      55 οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας;

      56 καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; πόθεν οὖν τούτῳ ταῦτα πάντα;

      57 καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.

      58 καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.

      1 On that day Jesus went out of the house, and sat by the seaside.

      2 Great multitudes gathered to him, so that he entered into a boat, and sat, and all the multitude stood on the beach.

      3 He spoke to them many things in parables, saying, "Behold, a farmer went out to sow.

      4 As he sowed, some seeds fell by the roadside, and the birds came and devoured them.

      5 Others fell on rocky ground, where they didn't have much soil, and immediately they sprang up, because they had no depth of earth.

      6 When the sun had risen, they were scorched. Because they had no root, they withered away.

      7 Others fell among thorns. The thorns grew up and choked them.

      8 Others fell on good soil, and yielded fruit: some one hundred times as much, some sixty, and some thirty.

      9 He who has ears to hear, let him hear."

      Pourquoi Jésus utilise des paraboles

      10 The disciples came, and said to him, "Why do you speak to them in parables?"

      11 He answered them, "To you it is given to know the mysteries of the Kingdom of Heaven, but it is not given to them.

      12 For whoever has, to him will be given, and he will have abundance, but whoever doesn't have, from him will be taken away even that which he has.

      13 Therefore I speak to them in parables, because seeing they don't see, and hearing, they don't hear, neither do they understand.

      14 In them the prophecy of Isaiah is fulfilled, which says, 'By hearing you will hear, and will in no way understand; Seeing you will see, and will in no way perceive:

      15 for this people's heart has grown callous, their ears are dull of hearing, they have closed their eyes; or else perhaps they might perceive with their eyes, hear with their ears, understand with their heart, and should turn again; and I would heal them.'

      16 "But blessed are your eyes, for they see; and your ears, for they hear.

      17 For most certainly I tell you that many prophets and righteous men desired to see the things which you see, and didn't see them; and to hear the things which you hear, and didn't hear them.

      Jésus explique la parabole du semeur

      18 "Hear, then, the parable of the farmer.

      19 When anyone hears the word of the Kingdom, and doesn't understand it, the evil one comes, and snatches away that which has been sown in his heart. This is what was sown by the roadside.

      20 What was sown on the rocky places, this is he who hears the word, and immediately with joy receives it;

      21 yet he has no root in himself, but endures for a while. When oppression or persecution arises because of the word, immediately he stumbles.

      22 What was sown among the thorns, this is he who hears the word, but the cares of this age and the deceitfulness of riches choke the word, and he becomes unfruitful.

      23 What was sown on the good ground, this is he who hears the word, and understands it, who most certainly bears fruit, and brings forth, some one hundred times as much, some sixty, and some thirty."

      La parabole de la mauvaise herbe

      24 He set another parable before them, saying, "The Kingdom of Heaven is like a man who sowed good seed in his field,

      25 but while people slept, his enemy came and sowed darnel weeds also among the wheat, and went away.

      26 But when the blade sprang up and brought forth fruit, then the darnel weeds appeared also.

      27 The servants of the householder came and said to him, 'Sir, didn't you sow good seed in your field? Where did this darnel come from?'

      28 "He said to them, 'An enemy has done this.' "The servants asked him, 'Do you want us to go and gather them up?'

      29 "But he said, 'No, lest perhaps while you gather up the darnel weeds, you root up the wheat with them.

      30 Let both grow together until the harvest, and in the harvest time I will tell the reapers, "First, gather up the darnel weeds, and bind them in bundles to burn them; but gather the wheat into my barn."'"

      La parabole de la graine de moutarde

      31 He set another parable before them, saying, "The Kingdom of Heaven is like a grain of mustard seed, which a man took, and sowed in his field;

      32 which indeed is smaller than all seeds. But when it is grown, it is greater than the herbs, and becomes a tree, so that the birds of the air come and lodge in its branches."

      La parabole du levain

      33 He spoke another parable to them. "The Kingdom of Heaven is like yeast, which a woman took, and hid in three measures of meal, until it was all leavened."

      Comment Jésus utilisait des paraboles

      34 Jesus spoke all these things in parables to the multitudes; and without a parable, he didn't speak to them,

      35 that it might be fulfilled which was spoken through the prophet, saying, "I will open my mouth in parables; I will utter things hidden from the foundation of the world."

      Jésus explique la parabole de la mauvaise herbe

      36 Then Jesus sent the multitudes away, and went into the house. His disciples came to him, saying, "Explain to us the parable of the darnel weeds of the field."

      37 He answered them, "He who sows the good seed is the Son of Man,

      38 the field is the world; and the good seed, these are the children of the Kingdom; and the darnel weeds are the children of the evil one.

      39 The enemy who sowed them is the devil. The harvest is the end of the age, and the reapers are angels.

      40 As therefore the darnel weeds are gathered up and burned with fire; so will it be at the end of this age.

      41 The Son of Man will send out his angels, and they will gather out of his Kingdom all things that cause stumbling, and those who do iniquity,

      42 and will cast them into the furnace of fire. There will be weeping and the gnashing of teeth.

      43 Then the righteous will shine forth like the sun in the Kingdom of their Father. He who has ears to hear, let him hear.

      Le trésor caché et la perle

      44 "Again, the Kingdom of Heaven is like a treasure hidden in the field, which a man found, and hid. In his joy, he goes and sells all that he has, and buys that field.

      45 "Again, the Kingdom of Heaven is like a man who is a merchant seeking fine pearls,

      46 who having found one pearl of great price, he went and sold all that he had, and bought it.

      La parabole du filet

      47 "Again, the Kingdom of Heaven is like a dragnet, that was cast into the sea, and gathered some fish of every kind,

      48 which, when it was filled, they drew up on the beach. They sat down, and gathered the good into containers, but the bad they threw away.

      49 So will it be in the end of the world. The angels will come forth, and separate the wicked from among the righteous,

      50 and will cast them into the furnace of fire. There will be the weeping and the gnashing of teeth."

      Des richesses nouvelles et anciennes

      51 Jesus said to them, "Have you understood all these things?" They answered him, "Yes, Lord."

      52 He said to them, "Therefore every scribe who has been made a disciple in the Kingdom of Heaven is like a man who is a householder, who brings out of his treasure new and old things."

      Les gens de Nazareth ne croient pas en Jésus

      53 It happened that when Jesus had finished these parables, he departed from there.

      54 Coming into his own country, he taught them in their synagogue, so that they were astonished, and said, "Where did this man get this wisdom, and these mighty works?

      55 Isn't this the carpenter's son? Isn't his mother called Mary, and his brothers, James, Joses, Simon, and Judas ?

      56 Aren't all of his sisters with us? Where then did this man get all of these things?"

      57 They were offended by him. But Jesus said to them, "A prophet is not without honor, except in his own country, and in his own house."

      58 He didn't do many mighty works there because of their unbelief.
    • La parabole du semeur

      1 Et en ce jour-là, Jésus, étant sorti de la maison, s'assit près de la mer.

      2 Et de grandes foules étaient rassemblées auprès de lui, de sorte que, montant dans une nacelle, il s'assit ; et toute la foule se tenait sur le rivage.

      3 Et il leur dit beaucoup de choses par des paraboles, disant : Voici, un semeur sortit pour semer.

      4 Et comme il semait, quelques grains tombèrent le long du chemin, et les oiseaux vinrent et les dévorèrent.

      5 Et d'autres tombèrent sur les endroits rocailleux, où ils n'avaient pas beaucoup de terre ; et aussitôt ils levèrent, parce qu'ils n'avaient pas une terre profonde ;

      6 et, le soleil s'étant levé, ils furent brûlés, et parce qu'ils n'avaient pas de racine, ils séchèrent.

      7 Et d'autres tombèrent entre les épines, et les épines montèrent et les étouffèrent.

      8 Et d'autres tombèrent sur une bonne terre et produisirent du fruit, l'un cent, l'autre soixante, l'autre trente.

      9 Qui a des oreilles pour entendre, qu'il entende.

      Pourquoi Jésus utilise des paraboles

      10 Et les disciples, s'approchant, lui dirent : Pourquoi leur parles-tu en paraboles ?

      11 Et lui, répondant, leur dit : C'est parce qu'à vous il est donné de connaître les mystères du royaume des cieux ; mais à eux, il n'est pas donné.

      12 à quiconque a, il sera donné, et il sera dans l'abondance ; mais à quiconque n'a pas, cela même qu'il a sera ôté.

      13 C'est pourquoi je leur parle en paraboles, parce que voyant ils ne voient pas, et qu'entendant ils n'entendent ni ne comprennent.

      14 Et par eux s'accomplit la prophétie d'Ésaïe qui dit : "En entendant vous entendrez et vous ne comprendrez point, et en voyant vous verrez et vous n'apercevrez point ;

      15 car le coeur de ce peuple s'est épaissi, et ils ont ouï dur de leurs oreilles, et ils ont fermé leurs yeux, de peur qu'ils ne voient des yeux, et qu'ils n'entendent des oreilles, et qu'ils ne comprennent du coeur, et qu'ils ne se convertissent, et que je ne les guérisse".

      16 Mais bienheureux sont vos yeux, car ils voient, et vos oreilles, car elles entendent ;

      17 car en vérité, je vous dis, que plusieurs prophètes et plusieurs justes ont désiré de voir les choses que vous voyez, et ils ne les ont pas vues, et d'entendre les choses que vous entendez, et ils ne les ont pas entendues.

      Jésus explique la parabole du semeur

      18 Vous donc, écoutez la parabole du semeur.

      19 Toutes les fois que quelqu'un entend la parole du royaume, et ne la comprend pas, le méchant vient et ravit ce qui est semé dans son coeur ; c'est là celui qui a été semé le long du chemin.

      20 Et celui qui a été semé sur les endroits rocailleux, c'est celui qui entend la parole, et qui la reçoit aussitôt avec joie ;

      21 mais il n'a pas de racine en lui-même, mais n'est que pour un temps : et quand la tribulation ou la persécution survient à cause de la parole, il est aussitôt scandalisé.

      22 Et celui qui a été semé dans les épines, c'est celui qui entend la parole ; et les soucis de ce siècle et la tromperie des richesses étouffent la parole, et il est sans fruit.

      23 Et celui qui a été semé sur la bonne terre, c'est celui qui entend et comprend la parole, qui aussi porte du fruit, et produit l'un cent, l'autre soixante, l'autre trente.

      La parabole de la mauvaise herbe

      24 Il leur proposa une autre parabole, disant : Le royaume des cieux a été fait semblable à un homme qui semait de bonne semence dans son champ.

      25 Mais pendant que les hommes dormaient, son ennemi vint et sema de l'ivraie parmi le froment, et s'en alla.

      26 Et lorsque la tige monta et produisit du fruit, alors l'ivraie aussi parut.

      27 Et les esclaves du maître de la maison, s'approchant, lui dirent : Seigneur, n'as-tu pas semé de bonne semence dans ton champ ? D'où vient donc qu'il a l'ivraie ?

      28 Et il leur dit : Un ennemi a fait cela. Et les esclaves lui dirent : Veux-tu donc que nous allions et que nous la cueillions ?

      29 Et il dit : Non, de peur qu'en cueillant l'ivraie, vous ne déraciniez le froment avec elle.

      30 Laissez-les croître tous deux ensemble jusqu'à la moisson ; et au temps de la moisson, je dirai aux moissonneurs : Cueillez premièrement l'ivraie, et liez-la en bottes pour la brûler, mais assemblez le froment dans mon grenier.

      La parabole de la graine de moutarde

      31 Il leur proposa une autre parabole, disant : Le royaume des cieux est semblable à un grain de moutarde qu'un homme prit et sema dans son champ :

      32 lequel est, il est vrai, plus petit que toutes les semences ; mais quand il a pris sa croissance, il est plus grand que les herbes et devient un arbre, de sorte que les oiseaux du ciel viennent et demeurent dans ses branches.

      La parabole du levain

      33 Il leur dit une autre parabole : Le royaume des cieux est semblable à du levain qu'une femme prit et qu'elle cacha parmi trois mesures de farine, jusqu'à ce que tout fût levé.

      Comment Jésus utilisait des paraboles

      34 Jésus dit toutes ces choses aux foules en paraboles, et sans parabole il ne leur disait rien ;

      35 en sorte que fût accompli ce qui a été dit par le prophète, disant : "J'ouvrirai ma bouche en paraboles, je proférerai des choses qui ont été cachées dès la fondation du monde".

      Jésus explique la parabole de la mauvaise herbe

      36 Alors, ayant congédié les foules, il entra dans la maison ; et ses disciples vinrent à lui, disant : Expose-nous la parabole de l'ivraie du champ.

      37 Et lui, répondant, leur dit : Celui qui sème la bonne semence, c'est le fils de l'homme ;

      38 et le champ, c'est le monde ; et la bonne semence, ce sont les fils du royaume ; et l'ivraie, ce sont les fils du méchant ;

      39 et l'ennemi qui l'a semée, c'est le diable ; et la moisson, c'est la consommation du siècle ; et les moissonneurs sont des anges.

      40 Comme donc l'ivraie est cueillie et brûlée au feu, il en sera de même à la consommation du siècle.

      41 Le fils de l'homme enverra ses anges, et ils cueilleront de son royaume tous les scandales et ceux qui commettent l'iniquité,

      42 et ils les jetteront dans la fournaise de feu : là seront les pleurs et les grincements de dents.

      43 Alors les justes resplendiront comme le soleil dans le royaume de leur Père. Qui a des oreilles pour entendre, qu'il entende.

      Le trésor caché et la perle

      44 Encore, le royaume des cieux est semblable à un trésor caché dans un champ, qu'un homme, après l'avoir trouvé, a caché ; et de la joie qu'il en a, il s'en va, et vend tout ce qu'il a, et achète ce champ-là.

      45 Encore, le royaume des cieux est semblable à un marchand qui cherche de belles perles ;

      46 et ayant trouvé une perle de très-grand prix, il s'en alla, et vendit tout ce qu'il avait, et l'acheta.

      La parabole du filet

      47 Encore, le royaume des cieux est semblable à une seine jetée dans la mer et rassemblant des poissons de toute sorte ;

      48 et quand elle fut pleine, ils la tirèrent sur le rivage, et s'asseyant, ils mirent ensemble les bons dans des vaisseaux, et jetèrent dehors les mauvais.

      49 Il en sera de même à la consommation du siècle : les anges sortiront, et sépareront les méchants du milieu des justes,

      50 et les jetteront dans la fournaise de feu : là seront les pleurs et les grincements de dents.

      Des richesses nouvelles et anciennes

      51 Jésus leur dit : Avez-vous compris toutes ces choses ? Ils lui disent : Oui, Seigneur.

      52 Et il leur dit : C'est pour cela que tout scribe qui a été fait disciple du royaume des cieux est semblable à un maître de maison qui produit de son trésor des choses nouvelles et des choses vieilles.

      Les gens de Nazareth ne croient pas en Jésus

      53 Et il arriva que, quand Jésus eut achevé ces paraboles, il retira de là.

      54 Et étant venu dans son pays, il les enseignait dans leur synagogue, en sorte qu'ils étaient étonnés et disaient : D'où viennent à celui-ci cette sagesse et ces miracles ?

      55 Celui-ci n'est-il pas le fils du charpentier ? Sa mère ne s'appelle-t-elle pas Marie ? et ses frères, Jacques, et Joses, et Simon, et Jude ?

      56 Et ses soeurs ne sont-elles pas toutes auprès de nous ? D'où donc viennent à celui-ci toutes ces choses ?

      57 Et ils étaient scandalisés en lui. Et Jésus leur dit : Un prophète n'est pas sans honneur, si ce n'est dans son pays et dans sa maison.

      58 Et il ne fit pas là beaucoup de miracles, à cause de leur incrédulité.
  • Contenus
  • Versions
  • Commentaires
  • Strong
  • Dictionnaire
  • Versets relatifs
  • Carte
  • Versets favoris

    • Ces vidéos ne sont pas disponibles en colonnes en dehors de la vue Bible.

      Juges 14

      12 Samson said to them, "Let me tell you a riddle now. If you can declare it to me within the seven days of the feast, and find it out, then I will give you thirty linen garments and thirty changes of clothing;
      13 but if you can't declare it to me, then you shall give me thirty linen garments and thirty changes of clothing." They said to him, "Put forth your riddle, that we may hear it."

      Esaïe 28

      10 For it is precept on precept, precept on precept; line on line, line on line; here a little, there a little.
      13 Therefore the word of Yahweh will be to them precept on precept, precept on precept; line on line, line on line; here a little, there a little; that they may go, fall backward, be broken, be snared, and be taken.

      Ezéchiel 17

      2 Son of man, put forth a riddle, and speak a parable to the house of Israel;

      Matthieu 3

      2 "Repent, for the Kingdom of Heaven is at hand!"

      Matthieu 4

      23 Jesus went about in all Galilee, teaching in their synagogues, preaching the Good News of the Kingdom, and healing every disease and every sickness among the people.

      Matthieu 13

      19 When anyone hears the word of the Kingdom, and doesn't understand it, the evil one comes, and snatches away that which has been sown in his heart. This is what was sown by the roadside.
      24 He set another parable before them, saying, "The Kingdom of Heaven is like a man who sowed good seed in his field,
      31 He set another parable before them, saying, "The Kingdom of Heaven is like a grain of mustard seed, which a man took, and sowed in his field;
      33 He spoke another parable to them. "The Kingdom of Heaven is like yeast, which a woman took, and hid in three measures of meal, until it was all leavened."
      37 He answered them, "He who sows the good seed is the Son of Man,
      44 "Again, the Kingdom of Heaven is like a treasure hidden in the field, which a man found, and hid. In his joy, he goes and sells all that he has, and buys that field.
      45 "Again, the Kingdom of Heaven is like a man who is a merchant seeking fine pearls,
      47 "Again, the Kingdom of Heaven is like a dragnet, that was cast into the sea, and gathered some fish of every kind,

      Matthieu 18

      23 Therefore the Kingdom of Heaven is like a certain king, who wanted to reconcile accounts with his servants.

      Matthieu 20

      1 "For the Kingdom of Heaven is like a man who was the master of a household, who went out early in the morning to hire laborers for his vineyard.

      Matthieu 21

      33 "Hear another parable. There was a man who was a master of a household, who planted a vineyard, set a hedge about it, dug a winepress in it, built a tower, leased it out to farmers, and went into another country.

      Matthieu 22

      2 "The Kingdom of Heaven is like a certain king, who made a marriage feast for his son,

      Matthieu 25

      1 "Then the Kingdom of Heaven will be like ten virgins, who took their lamps, and went out to meet the bridegroom.

      Marc 4

      26 He said, "The Kingdom of God is as if a man should cast seed on the earth,
      27 and should sleep and rise night and day, and the seed should spring up and grow, he doesn't know how.
      28 For the earth bears fruit: first the blade, then the ear, then the full grain in the ear.
      29 But when the fruit is ripe, immediately he puts forth the sickle, because the harvest has come."
      30 He said, "How will we liken the Kingdom of God? Or with what parable will we illustrate it?

      Luc 13

      18 He said, "What is the Kingdom of God like? To what shall I compare it?
      20 Again he said, "To what shall I compare the Kingdom of God?

      Colossiens 1

      5 because of the hope which is laid up for you in the heavens, of which you heard before in the word of the truth of the Good News,

      1 Pierre 1

      23 having been born again, not of corruptible seed, but of incorruptible, through the word of God, which lives and remains forever.
    • Ajouter une colonne

Pour ajouter un favori, merci de vous connecter : Se connecter

Vous avez aimé ? Partagez autour de vous !

Logo TopChrétien carré

Télécharger l'image

Choisissez une image

Personnalisez le verset

Alignement : | | | Haut | Milieu | Bas

Taille :

Couleur :

Police :

Personnalisez la référence

Couleur :

Police :

Taille :

De légères variations de mise en page peuvent apparaitre sur l'image téléchargée.
Fermer
Update Required To play the media you will need to either update your browser to a recent version or update your Flash plugin pour Firefox & Safari - Flash plugin pour Opera & Chrome.

Votre vie privée est importante pour nous

En cliquant sur le bouton « Accepter tous les cookies », vous acceptez que TopChrétien utilise des traceurs (comme des cookies ou l'identifiant unique de votre compte utilisateur) et traite vos données à caractère personnel (comme vos données de navigation et les informations renseignées dans votre compte utilisateur) dans les buts suivants :

  • Mesurer l'audience de notre service
  • Vous permettre d'utiliser des services tiers tels que de la vidéo, des cartes du monde…
  • Vous permettre d'entrer en contact avec notre service de relation aux utilisateurs.